Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.240 Joseph. AJ 15.246 (English) >>Joseph. AJ 15.251

15.243οὕτως δὲ ἔχοντος ἐπιγίνεται λοιμώδης νόσος, καὶ τῶν ὄχλων τοὺς πλείους καὶ τῶν φίλων αὐτοῦ τοὺς ἐντιμοτάτους διέφθειρεν καὶ παρέσχεν ἅπασιν ἐξυπονοῆσαι κατὰ μῆνιν τοῦτο συνενεχθῆναι τῶν κατὰ τὴν γενομένην παρανομίαν ἐπὶ τῇ Μαριάμμῃ. 15.244χεῖρον οὖν διετίθει καὶ τοῦτʼ αὐτὸ τὸν βασιλέα, καὶ τέλος εἰς τὰς ἐρημίας αὑτὸν διδοὺς καὶ προφάσει κυνηγεσίων ταύταις ἐναδημονῶν οὐκ ἔφθη πλείους διενεγκεῖν ἡμέρας καὶ περιπίπτει νόσῳ δυσχερεστάτῃ· 15.245φλόγωσις γὰρ ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή· τῶν τε θεραπευμάτων οὐδὲν τι καὶ πρὸς ὠφέλειαν ἐξήνυεν, ἀλλʼ ἐναντιούμενα τέως εἰς ἀπόγνωσιν ἦγεν. 15.246ὅσοι τε περὶ αὐτὸν ἦσαν ἰατροὶ τὰ μὲν οἷς αὐτοὶ προσέφερον βοηθήμασιν οὐδὲν ὑπεικούσης τῆς νόσου, τὰ δὲ καὶ τοῦ βασιλέως οὐκ ἔχοντος ἄλλως κατὰ τὸ βιαζόμενον τῆς ἀρρωστίας διαιτᾶσθαι, πάνθʼ οἷς ἐκεῖνος ἐπενεχθείη παρέχειν ἠξίουν, τὸ δύσελπι τῆς σωτηρίας ἐν ἐξουσίᾳ τῆς διαίτης ἀνατιθέντες τῇ τύχῃ. κἀκεῖνος μὲν ἐν Σαμαρείᾳ τῇ κληθείσῃ Σεβαστῇ τοῦτον τὸν τρόπον ἐνοσηλεύετο. 15.247

Διατρίβουσα δὲ ἐν τοῖς Ἱεροσολύμοις Ἀλεξάνδρα καὶ πυνθανομένη τὰ κατʼ αὐτὸν ἐσπουδάκει τῶν περὶ τὴν πόλιν φρουρίων ἐγκρατὴς γενέσθαι. 15.248δύο δʼ ἦν, ἓν μὲν αὐτῆς τῆς πόλεως, ἕτερον δὲ τοῦ ἱεροῦ, καὶ τούτων οἱ κρατοῦντες ὑποχείριον τὸ πᾶν ἔθνος ἐσχήκασιν· τὰς μὲν γὰρ θυσίας οὐκ ἄνευ τούτων οἷόν τε γενέσθαι, τὸ δὲ μὴ ταύτας συντελεῖν οὐδενὶ Ἰουδαίων δυνατὸν τοῦ ζῆν ἑτοιμότερον ἂν παραχωρησάντων τῆς θρησκείας, ἣν εἰς τὸν θεὸν εἰώθασιν συντελεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.240 Joseph. AJ 15.246 (English) >>Joseph. AJ 15.251

Powered by PhiloLogic